Δευτέρα 14 Δεκεμβρίου 2015

ΣΑΒΒΑΤΩ ΤΗΣ ΙΒ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 20:29-34

Τῷ καιρῷ ἐκείνῳ, ἐκπορευομένου τοῦ ᾿Ιησοῦ ἀπὸ ᾿Ιεριχὼ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. Καὶ ἰδοὺ, δύο τυφλοὶ, καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι ᾿Ιησοῦς παράγει, ἔκραξαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυΐδ. Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς, ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυΐδ. Καὶ στὰς ὁ ᾿Ιησοῦς, ἐφώνησεν αὐτοὺς, καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί. Σπλαγχνισθεὶς δὲ ὁ ᾿Ιησοῦς, ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν· καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου