Ἐκ
τοῦ κατὰ Μάρκον
Κεφ.
2: 18-22
Τῷ καιρῷ ἐκείνῳ,
ἦσαν οἱ Μαθηταὶ ᾿Ιωάννου καὶ οἱ τῶν Φαρισαίων νηστεύοντες· καὶ ἔρχονται καὶ
λέγουσιν τῷ ᾿Ιησοῦ· Διὰ τί οἱ μαθηταὶ ᾿Ιωάννου καὶ οἱ τῶν Φαρισαίων
νηστεύουσιν, οἱ δὲ σοὶ Μαθηταὶ οὐ νηστεύουσι; Καὶ εἶπεν αὐτοῖς ὁ ᾿Ιησοῦς· Μὴ
δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾿ αὐτῶν ἐστι, νηστεύειν; Ὅσον
χρόνον μεθ᾿ ἑαυτῶν ἔχουσι τὸν νυμφίον, οὐ δύνανται νηστεύειν· ἐλεύσονται δὲ
ἡμέραι ὅταν ἀπαρθῇ ἀπ᾿ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς
ἡμέραις. Καὶ οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιρράπτει ἐπὶ ἱματίῳ παλαιῷ· εἰ δὲ
μή, αἴρει τὸ πλήρωμα αὐτοῦ, τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ῥήσσει ὁ οἶνος ὁ
νέος τοὺς ἀσκούς, καί ὁ οἶνος ἐκχεῖται, καί οἱ ἀσκοί ἀπολοῦνται· ἀλλά οἶνον
νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου