Δευτέρα 14 Δεκεμβρίου 2015

ΚΥΡΙΑΚΗ ΔΩΔΕΚΑΤΗ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
 Κεφ. 19:16-26

Τῷ καιρῷ ἐκείνῳ, νεανίσκος τις προσῆλθε τὸ ᾿Ιησοῦ, γονυπετῶν αὐτῷ, καὶ λέγων· Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον; Ὁ δὲ εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς. Λέγει αὐτῷ· Ποίας; Ὁ δὲ ᾿Ιησοῦς εἶπε· Τὸ· Οὐ φονεύσεις· Οὐ μοιχεύσεις· Οὐ κλέψεις· Οὐ ψευδομαρτυρήσεις· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα· καὶ· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Λέγει αὐτῷ ὁ νεανίσκος· Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου· τί ἔτι ὑστερῶ;  Ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι. Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον, ἀπῆλθε λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά. ῾Ο δὲ ῾Ιησοῦς εἶπε τοῖς Μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν, ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ Μαθηταὶ αὐτοῦ, ἐξεπλήσσοντο σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; Ἐμβλέψας δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά ἐστι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου