Δευτέρα 14 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ ΙΒ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 1: 29-35

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν Σίμωνος καὶ ᾿Ανδρέου, μετὰ ᾿Ιακώβου καὶ ᾿Ιωάννου. Ἡ  δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα· καὶ εὐθέως λέγουσιν αὐτῷ περὶ αὐτῆς. Καὶ προσελθὼν ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρὸς αὐτῆς· καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς εὐθέως· καὶ διηκόνει αὐτοῖς. ᾿Οψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. Καὶ ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν πρὸς τὴν θύραν. Καὶ ἐθεράπευσε πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις· καὶ δαιμόνια πολλὰ ἐξέβαλε, καὶ οὐκ ἤφιε λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτὸν Χριστὸν εἶναι. Καὶ πρωῒ, ἔννυχα λίαν, ἀναστὰς ἐξῆλθε· καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου