Ἐκ
τοῦ κατὰ Μάρκον
Κεφ.
1: 23-28
Τῷ καιρῷ ἐκείνῳ,
ἄνθρωπος τις ἦν ἐν τῇ Συναγωγῇ τῶν Ἰουδαίων ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξε,
λέγων· Ἔα, τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς
εἶ, ὁ Ἅγιος τοῦ Θεοῦ. Καὶ ἐπετίμησεν αὐτῷ ὁ ᾿Ιησοῦς, λέγων· Φιμώθητι, καὶ
ἔξελθε ἐξ αὐτοῦ. Καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ κράξαν φωνῇ
μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. Καὶ ἐθαμβήθησαν πάντες, ὥστε συζητεῖν πρὸς ἑαυτοὺς,
λέγοντας· Τί ἐστι τοῦτο; τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη, ὅτι κατ᾿ ἐξουσίαν καὶ τοῖς
πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ; Ἐξῆλθεν δὲ ἡ ἀκοὴ αὐτοῦ
εὐθὺς εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου