Δευτέρα 14 Δεκεμβρίου 2015

ΔΕΥΤΕΡΑ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 3: 6-12

Τῷ καιρῷ ἐκείνῳ, συμβούλιον ἐποίησαν οἱ Φαρισαῖοι κατὰ τοῦ ᾿Ιησοῦ μετὰ τῶν ῾Ηρῳδιανῶν, ὅπως αὐτὸν ἀπολέσωσι. Καὶ ὁ ᾿Ιησοῦς ἀνεχώρησε μετὰ τῶν Μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς ᾿Ιουδαίας, καὶ ἀπὸ ῾Ιεροσολύμων, καὶ ἀπὸ τῆς ᾿Ιδουμαίας, καὶ πέραν τοῦ ᾿Ιορδάνου· καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. Καὶ εἶπε τοῖς Μαθηταῖς αὐτοῦ, ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ, διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. Πολλοὺς γὰρ ἐθεράπευσεν· ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπον αὐτῷ καὶ ἔκραζον, λέγοντα· Ὅτι σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ. Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου