Ἐκ
τοῦ κατὰ Μάρκον
Κεφ.
1: 16-22
Τῷ καιρῷ ἐκείνῳ,
περιπατῶν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδε Σίμωνα καὶ ᾿Ανδρέαν
τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον ἐν τῇ θαλάσσῃ· ἦσαν γὰρ ἁλιεῖς· καὶ
εἶπεν αὐτοῖς ὁ᾿Ιησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς
ἀνθρώπων. Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα αὐτῶν ἠκολούθησαν αὐτῷ. Καὶ προβὰς
ἐκεῖθεν ὀλίγον εἶδεν ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ,
καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. Καὶ εὐθέως ἐκάλεσεν αὐτούς· καὶ
ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν, ἀπῆλθον ὀπίσω
αὐτοῦ. Καὶ εἰσπορεύονται εἰς Καπερναούμ· καὶ εὐθέως τοῖς Σάββασιν εἰσελθὼν εἰς
τὴν συναγωγὴν, ἐδίδασκε. Καί ἐξεπλήσσοντο ἐπί τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων
αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμματεῖς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου