Δευτέρα 14 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ Ζ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 15: 12-21

Τῷ καιρῷ ἐκείνῳ, προσῆλθον οἱ Μαθηταὶ τῷ ᾿Ιησοῦ,  καὶ εἶπον αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; ὁ δὲ ἀποκριθεὶς, εἶπε· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. Ἄφετε αὐτούς· ὁδηγοί εἱσι τυφλοὶ τυφλῶν· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. Ἀποκριθεὶς δὲ ὁ Πέτρος, εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ταύτην. Ὁ δὲ ᾿Ιησοῦς εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὔπω νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα, εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος, ἐκ τῆς καρδίας ἐξέρχεται, κᾀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. Ταῦτά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶ φαγεῖν, οὐ κοινοῖ τὸν ἄνθρωπον. Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ ᾿Ιησοῦς, ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου