Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
14: 35-36, 15: 1-11
Τῷ καιρῷ ἐκείνῳ,
ἐπιγνόντες τὸν ᾿Ιησοῦν οἱ ἄνδρες τῆς γῆς Γεννησαρέτ, ἀπέστειλαν εἰς ὅλην τὴν
περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· καὶ
παρεκάλουν αὐτὸν, ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι
ἥψαντο, διεσώθησαν. Τότε προσέρχονται τῷ
᾿Ιησοῦ οἱ ἀπὸ ῾Ιεροσολύμων Γραμματεῖς καὶ Φαρισαῖοι λέγοντες· Διὰ τί οἱ Μαθηταί
σου παραβαίνουσι τὴν παράδοσιν τῶν Πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας
αὐτῶν, ὅταν ἄρτον ἐσθίωσιν. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς
παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ, διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς ἐνετείλατο
λέγων· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα· καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα
θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ λέγετε· Ὅς ἂν εἴπῃ τῷ πατρὶ, ἢ τῇ μητρί, Δῶρον, ὃ
ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς· καὶ οὐ μὴ τιμήσῃ τὸν πατέρα αὐτοῦ, ἢ τὴν μητέρα αὐτοῦ·
καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. Ὑποκριταί! καλῶς
προεφήτευσε περὶ ὑμῶν ῾Ησαΐας, λέγων· Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν
καὶ τοῖς χείλεσί με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ᾿ ἐμοῦ. Μάτην δὲ σέβονταί
με, διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Καὶ προσκαλεσάμενος τὸν ὄχλον
εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν
ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου