Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
15: 29-31
Τῷ καιρῷ ἐκείνῳ,
ἦλθεν ὁ ᾿Ιησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος,
ἐκάθητο ἐκεῖ. Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ, ἔχοντες μεθ᾿ ἑαυτῶν χωλούς,
τυφλούς, κωφούς, κυλλοὺς καὶ ἑτέρους πολλούς· καὶ ἔῤῥιψαν αὐτοὐς παρὰ τοὺς
πόδας τοῦ ᾿Ιησοῦ· καὶ ἐθεράπευσεν αὐτούς· ὥστε τοὺς ὄχλους θαυμάσαι, βλέποντας
κωφοὺς ἀκούοντας, ἀλάλους λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ
τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν Θεὸν ᾿Ισραήλ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου