Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 7:
31-35
Εἶπεν ὁ
Κύριος· Τίνι ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης; καὶ τίνι εἰσὶν
ὅμοιοι; Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν
ἀλλήλοις καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ
οὐκ ἐκλαύσατε. Ἐλήλυθε γὰρ ᾿Ιωάννης ὁ Βαπτιστὴς μήτε ἄρτον ἐσθίων, μήτε οἶνον
πίνων· καὶ λέγετε· Δαιμόνιον ἔχει. Ἐλήλυθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ
πίνων· καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ
ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς πάντων.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου