Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 7:
17-30
Τῷ καιρῷ ἐκείνῳ,
ἐξῆλθεν ὁ λόγος τοῦ ᾿Ιησοῦ ἐν ὅλῃ τῇ ᾿Ιουδαίᾳ καὶ ἐν πάσῃ τῇ περιχώρῳ. Καὶ
ἀπήγγειλαν ᾿Ιωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τῶν ἔργων αὐτοῦ. Καὶ
προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ ᾿Ιωάννης ἔπεμψε πρὸς τὸν ᾿Ιησοῦν,
λέγων· Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ
ἄνδρες εἶπον· ᾿Ιωάννης ὁ βαπτιστὴς ἀπέσταλκεν ἡμᾶς πρός σέ, λέγων· Σὺ εἶ ὁ
ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν; Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλοὺς ἀπὸ νόσων
καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο τὸ βλέπειν.
Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε ᾿Ιωάννῃ ἃ εἴδετε
καὶ ἠκούσατε· ὅτι τυφλοὶ ἀναβλέπουσι, χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται,
κωφοὶ ἀκούουσι, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· καὶ μακάριός ἐστιν,
ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί. Ἀπελθόντων δὲ τῶν ἀγγέλων ᾿Ιωάννου, ἤρξατο
λέγειν τοῖς ὄχλοις περὶ ᾿Ιωάννου· Τί ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι;
κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς
ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες, ἐν τοῖς
βασιλείοις εἰσίν. Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ
περισσότερον Προφήτου. Οὗτός γάρ ἐστι περί οὗ γέγραπται· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν
Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Λέγω
γὰρ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης ᾿Ιωάννου τοῦ Παπτιστοῦ οὐδείς
ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ μείζων αὐτοῦ ἐστι. Καὶ πᾶς ὁ
λαὸς ἀκούσας, καὶ οἱ τελῶναι, ἐδικαίωσαν τὸν Θεόν, βαπτισθέντες τὸ βάπτισμα
᾿Ιωάννου· Οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοί τὴν βουλὴν τοῦ Θεοῦ ἠθέτησαν εἰς
ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾿ αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου