Σάββατο 19 Δεκεμβρίου 2015

ΣΑΒΒΑΤΩ ΤΗΣ Γ΄ ΕΒΔΟΜΑΔΟΣ



 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 5: 27-32

Τῷ καιρῷ ἐκείνῳ, παράγων  ὁ ᾿Ιησοῦς ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι. Καὶ καταλιπὼν ἅπαντα, ἀναστὰς ἠκολούθησεν αὐτῷ. Καὶ ἐποίησε δοχὴν μεγάλην ὁ Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος τελωνῶν πολὺς, καί ἄλλων, οἳ ἦσαν μετ᾿ αὐτῶν κατακείμενοι. Καὶ ἐγόγγυζον οἱ Γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι πρὸς τοὺς Μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπε πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾿ οἱ κακῶς ἔχοντες· Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς, εἰς μετάνοιαν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου