Ἐκ
τοῦ κατὰ Μάρκον
Κεφ.
4: 1-9
Τῷ καιρῷ ἐκείνῳ,
ἤρξατο ὁ ᾿Ιησοῦς διδάσκειν παρὰ τὴν θάλασσαν· καὶ συνήχθη πρὸς αὐτὸν ὄχλος
πολύς, ὥστε αὐτὸν ἐμβάντα εἰς τὸ πλοῖον, καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ
ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦν. Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς
πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε· Ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων
τοῦ σπεῖραι. Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσε παρά τὴν ὁδόν, καὶ ἦλθε τὰ
πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτό. Ἄλλο δὲ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ὅπου
οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως ἐξανέτειλε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ
ἀνατείλαντος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη· Καὶ ἄλλο ἔπεσεν
εἰς τὰς ἀκάνθας· καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καί καρπὸν οὐκ
ἔδωκε. Καί ἄλλο ἔπεσεν εἰς τὴν γῆν τὴν καλὴν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ
αὐξάνοντα· καὶ ἔφερεν ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν. Καὶ ἔλεγεν
αὐτοῖς· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου