Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
22: 15-22
Τῷ καιρῷ ἐκείνῳ,
συμβούλιον ἔλαβον οἱ Φαρισαῖοι κατά τοῦ ᾿Ιησοῦ, ὅπως αὐτὸν παγιδεύσωσιν ἐν
λόγῳ. Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν ῾Ηρῳδιανῶν, λέγοντες·
Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις,
καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Εἰπὲ οὖν
ἡμῖν, τί σοι δοκεῖ; ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Γνοὺς δὲ ὁ ᾿Ιησοῦς τὴν
πονηρίαν αὐτῶν, εἶπε· Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ
κήνσου. Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. Καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη,
καὶ ἡ ἐπιγραφή; Λέγουσιν αὐτῷ· Καίσαρος. Τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ
Καίσαρος, Καίσαρι· καὶ τὰ τοῦ Θεοῦ, τῷ Θεῷ. Καὶ ἀκούσαντες ἐθαύμασαν· καὶ
ἀφέντες αὐτὸν, ἀπῆλθον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου