Δευτέρα 14 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 3: 28-35

Εἶπεν ὁ Κύριος· ᾿Αμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν· ὃς δ᾿ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ ῞Αγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾿ ἔνοχός ἐστιν αἰωνίου κρίσεως. Ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει. Ἔρχονται οὖν οἱ Ἀδελφοὶ καὶ ἡ Μήτηρ αὐτοῦ· καὶ ἔξω ἑστῶτες, ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν. Καὶ ἐκάθητο ὄχλος περὶ αὐτὸν· εἶπον δὲ αὐτῷ· Ἰδοὺ ἡ Μήτηρ σου καὶ οἱ Ἀδελφοί σου, ἔξω ζητοῦσί σε. Καὶ ἀπεκρίθη αὐτοῖς, λέγων· Τίς ἐστιν ἡ μήτηρ μου, ἢ οἱ ἀδελφοί μου; Καὶ περιβλεψάμενος κύκλῳ τοὺς περὶ αὐτὸν καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. Ὅς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου, καὶ ἀδελφή μου, καὶ μήτηρ ἐστί.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου