Πράξεων
τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ.
12:12-17
Ἐν ἐν ταῖς
ἡμέραις ἐκείναις, συνιδών ὁ Πέτρος ἦλθεν ἐπὶ τὴν
οἰκίαν Μαρίας τῆς μητρὸς ᾿Ιωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ
συνηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος
προσῆλθε παιδίσκη ὑπακοῦσαι ὀνόματι ῾Ρόδη, καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου,
ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν
Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτὴν εἶπον· Μαίνῃ. Ἡ δὲ διϊσχυρίζετο οὕτως
ἔχειν. Οἱ δὲ ἔλεγον· ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων.
Ἀνοίξαντες δὲ εἶδον αὐτὸν καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν
διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος ἐξήγαγεν αὐτὸν ἐκ τῆς φυλακῆς, εἶπε δέ·
Ἀπαγγείλατε ᾿Ιακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον
τόπον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου