Προκείμενον.
Ἦχος δ' [Ψαλμός 103]
Στίχ.
Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε·
πάντα ἐν σοφίᾳ ἐποίησας.
Στίχ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ.
11:19-30
Ἐν ἐν ταῖς
ἡμέραις ἐκείναις, διασπαρέντες οἱ ἀπόστολοι ἀπὸ τῆς
θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ
᾿Αντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον ᾿Ιουδαίοις. ῏Ησαν δέ τινες
ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες εἰσελθόντες εἰς ᾿Αντιόχειαν
ἐλάλουν πρὸς τοὺς ῾Ελληνιστάς, εὐαγγελιζόμενοι τὸν Κύριον ᾿Ιησοῦν. Καὶ ἦν χεὶρ
Κυρίου μετ᾿ αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον.
᾿Ηκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ἐν ῾Ιεροσολύμοις περὶ αὐτῶν,
καὶ ἐξαπέστειλαν Βαρνάβαν διελθεῖν ἕως ᾿Αντιοχείας· ὃς παραγενόμενος καὶ ἰδὼν
τὴν χάριν τοῦ Θεοῦ ἐχάρη, καὶ παρεκάλει πάντας τῇ προθέσει τῆς καρδίας
προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ῾Αγίου καὶ
πίστεως· καὶ προσετέθη ὄχλος ἱκανὸς τῷ Κυρίῳ. Ἐξῆλθε δὲ εἰς Ταρσὸν ὁ Βαρνάβας
ἀναζητῆσαι Σαῦλον, καὶ εὑρὼν αὐτὸν ἤγαγεν αὐτὸν εἰς ᾿Αντιόχειαν. Ἐγένετο δὲ
αὐτοὺς ἐνιαυτὸν ὅλον συναχθῆναι ἐν τῇ ἐκκλησίᾳ καὶ διδάξαι ὄχλον ἱκανόν, χρηματίσαι
τε πρῶτον ἐν ᾿Αντιοχείᾳ τοὺς μαθητὰς Χριστιανούς. ᾿Εν ταύταις δὲ ταῖς ἡμέραις
κατῆλθον ἀπὸ ῾Ιεροσολύμων προφῆται εἰς ᾿Αντιόχειαν· ἀναστὰς δὲ εἷς ἐξ αὐτῶν
ὀνόματι ῎Αγαβος ἐσήμανε διὰ τοῦ Πνεύματος λιμὸν μέγαν μέλλειν ἔσεσθαι ἐφ᾿ ὅλην
τὴν οἰκουμένην· ὅστις καὶ ἐγένετο ἐπὶ Κλαυδίου Καίσαρος. Τῶν δὲ μαθητῶν καθὼς
ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν εἰς διακονίαν πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ
᾿Ιουδαίᾳ ἀδελφοῖς· ὃ καὶ ἐποίησαν ἀποστείλαντες πρὸς τοὺς πρεσβυτέρους διὰ
χειρὸς Βαρνάβα καὶ Σαύλου.
Ἀλληλούϊα [γ΄]. Ἦχος δ΄
[Ψαλμός μδ΄ 44].
Στίχ.
Ἔντεινε καὶ
κατευοδοῦ καὶ βασίλευε ἕνεκεν
ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης.
Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν.
Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν.
Κοινωνικόν.
Σῶμα Χριστοῦ
μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου