Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ.
12:25, 13: 1-12
Ἐν ἐν ταῖς
ἡμέραις ἐκείναις, Βαρνάβας καὶ Σαῦλος ὑπέστρεψαν ἐξ
῾Ιερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ ᾿Ιωάννην τὸν ἐπικληθέντα
Μᾶρκον.
῏Ησαν δέ τινες ἐν ᾿Αντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ ἐπικαλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε ῾Ηρῴδου τοῦ τετράρχου σύντροφος καὶ Σαῦλος. Λειτουργούντων
δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων εἶπε τὸ Πνεῦμα τὸ ῞Αγιον· Ἀφορίσατε δή μοι
τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. Τότε
νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες αὐτοῖς τὰς χεῖρας ἀπέλυσαν. Οὗτοι
μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου κατῆλθον εἰς τὴν Σελεύκειαν,
ἐκεῖθέν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν
λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ᾿Ιουδαίων· εἶχον δὲ καὶ ᾿Ιωάννην
ὑπηρέτην. Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην ᾿Ιουδαῖον
ᾧ ὄνομα Βαριησοῦς, ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. Οὗτος
προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
ἀνθίστατο δὲ αὐτοῖς ᾿Ελύμας ὁ μάγος - οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ -
ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. Σαῦλος δέ, ὁ καὶ Παῦλος,
πλησθεὶς Πνεύματος ῾Αγίου καὶ ἀτενίσας πρὸς αὐτὸν εἶπεν· Ὦ πλήρης παντὸς δόλου
καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ
διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ
ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. Παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς
καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. Τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς
ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου