Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 21: 5-8, 10-11, 20-24
Τῷ καιρῷ
ἐκείνῳ, λεγόντων τινων τῷ ᾿Ιησοῦ περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ
ἀναθήμασι κεκόσμηται, εἶπε· Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι, ἐν αἷς οὐκ
ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται. Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες·
Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ ταῦτα γίνεσθαι;
Ὁ δὲ εἶπε· Βλέπετε μὴ πλανηθῆτε. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία
ἐπὶ βασιλείαν· σεισμοί τε μεγάλοι κατὰ τόπους, καὶ λιμοὶ καὶ λοιμοὶ ἔσονται,
φόβητρά τε καὶ σημεῖα ἀπ᾿ οὐρανοῦ μεγάλα ἔσται. Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ
στρατοπέδων τὴν ῾Ιερουσαλήμ, τότε γνῶτε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. Τότε οἱ
ἐν τῇ ᾿Ιουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ
οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσι,
τοῦ πληρωθῆναι πάντα τὰ γεγραμμένα. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς
θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ τότε ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς,
καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται στόματι μαχαίρας, καὶ αἰχμαλωτισθήσονται
εἰς πάντα τὰ ἔθνη, καὶ ῾Ιερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι
καιροὶ ἐθνῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου