Δευτέρα 21 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ ΙΒ΄ ΕΒΔΟΜΑΔΟΣ



 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 21: 28-33

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἀνακύψατε, καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν. Καὶ εἶπε παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα. Ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφ᾿ ἑαυτῶν γινώσκετε, ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν. Οὕτω καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ Θεοῦ. Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου