Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
21: 28-32
Εἶπεν ὁ Κύριος
τὴν παραβολὴν ταύτην· Ἄνθρωπός τις εἶχε τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπε·
Τέκνον, ὕπαγε, σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνί μου. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν· Οὐ
θέλω· ὕστερον δὲ μεταμεληθεὶς, ἀπῆλθε. Καὶ προσελθὼν τῷ δευτέρῳ, εἶπεν ὡσαύτως.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐγώ, Κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς ἐκ τῶν δύο ἐποίησε τὸ
θέλημα τοῦ πατρός; Λέγουσιν αὐτῷ· Ὁ πρῶτος. Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν λέγω
ὑμῖν, ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Ἦλθε γὰρ πρὸς ὑμᾶς ᾿Ιωάννης ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ
τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες, οὐ μετεμελήθητε
ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου