Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
21: 23-27
Τῷ καιρῷ ἐκείνῳ,
ἐλθόντι τῷ ᾿Ιησοῦ εἰς τὸ ἱερὸν, καὶ διδάσκοντι, προσῆλθον αὐτῷ οἱ Ἀρχιερεῖς καὶ
οἱ Πρεσβύτεροι τοῦ λαοῦ, λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι
ἔδωκε τὴν ἐξουσίαν ταύτην; Ἀποκριθεὶς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς
κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι, κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ
βάπτισμα ᾿Ιωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο παρ᾿
ἑαυτοῖς, λέγοντες· Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ὴμῖν· Διά τί οὖν οὐκ
ἐπιστεύσατε αὐτῷ· ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ
ἔχουσι τὸν ᾿Ιωάννην ὡς προφήτην. Καὶ ἀποκριθέντες τῷ ᾿Ιησοῦ, εἶπον· Οὐκ
οἴδαμεν. Ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου