Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
7: 15-21
Εἶπεν ὁ Κύριος·
Προσέχετε ἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι
προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες. ᾿Απὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε
αὐτούς. Μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν ἢ ἀπὸ τριβόλων σῦκα; Οὕτω πᾶν
δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ· τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς
ποιεῖ. Οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον σαπρὸν
καρποὺς καλοὺς ποιεῖν. Πᾶν δένδρον μὴ ποιοῦν
καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. Ἄρα
γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Οὐ
πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ᾿
ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου