Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ.
6: 31-34, 7: 9-11
Εἶπεν ὁ Κύριος·
Μὴ μεριμνήσητε λέγοντες· τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Πάντα γὰρ
ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων
ἁπάντων. Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ
Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Μὴ οὖν
μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ
ἡ κακία αὐτῆς. Ἤ τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον,
μὴ λίθον ἐπιδώσει αὐτῷ; Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ
διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς, δώσει
ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου