Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 15:1-15
Τῷ καιρῷ
ἐκείνῳ, συμβούλιον εποίησαν οἱ Ἀρχιερεῖς μετὰ τῶν Πρεσβυτέρων καὶ
Γραμματέων καὶ ὅλον τὸ συνέδριον κατὰ τοῦ ᾿Ιησοῦ· καὶ δήσαντες αὐτὸν,
ἀπήνεγκαν, καὶ παρέδωκαν τῷ Πιλάτῳ. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ
Βασιλεὺς τῶν ᾿Ιουδαίων; Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτῷ· Σὺ λέγεις. Καὶ κατηγόρουν
αὐτοῦ οἱ Ἀρχιερεῖς πολλά. Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτα αὐτὸν, λέγων· Οὐκ ἀποκρίνῃ
οὐδέν; ἴδε πόσα σου καταμαρτυροῦσιν. Ὁ δὲ ᾿Ιησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε
θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὅν περ
ᾐτοῦντο. Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν συστασιαστῶν δεδεμένος, οἵ τινες
ἐν τῇ στάσει φόνον πεποιήκεισαν. Καὶ ἀναβοήσας ὁ ὄχλος, ἤρξατο αἰτεῖσθαι, καθὼς
ἀεὶ ἐποίει αὐτοῖς. Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς, λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν
Βασιλέα τῶν ᾿Ιουδαίων; (ἐγίνωσκε γὰρ, ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ
Ἀρχιερεῖς.) Οἱ δὲ Ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν
ἀπολύσῃ αὐτοῖς. Ὁ δὲ Πιλᾶτος ἀποκριθεὶς, πάλιν εἶπεν αὐτοῖς· Τί οὖν θέλετε
ποιήσω, ὃν λέγετε τὸν Βασιλέα τῶν ᾿Ιουδαίων; Οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον
αὐτόν. Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ κακόν ἐποίησε; Οἱ δὲ περισσοτέρως
ἔκραξαν· Σταύρωσον αὐτόν. Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι,
ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκε τὸν ᾿Ιησοῦν φραγελλώσας, ἵνα
σταυρωθῇ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου