Τρίτη 22 Δεκεμβρίου 2015

ΠΑΡΑΣΚΕΥΗ ΤΗΣ ΑΠΟΚΡΕΩ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 15: 20,22,25, 33-41

Τῷ καιρῷ ἐκείνῳ, οἱ στρατιῶται παραλαβόντες τόν ᾿Ιησοῦν, ἐξάγουσιν αὐτὸν ἵνα σταυρώσωσιν αὐτόν. Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶ τόπον, ὅ ἐστι μεθερμηνευόμενον Κρανίου τόπος. Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. Γενομένης δὲ ὥρας ἕκτης, σκότος ἐγένετο ἐφ᾿ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. Καὶ τῇ ὥρᾳ τῇ ἐννάτῃ ἐβόησεν ὁ ᾿Ιησοῦς φωνῇ μεγάλῃ, λέγων· ᾿Ελωῒ, ᾿Ελωῒ, λιμμὰ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον· Ὁ Θεός μου, ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες; Καί τινες τῶν παρεστηκότων ἀκούσαντες, ἔλεγον· Ἰδοὺ, ᾿Ηλίαν φωνεῖ. Δραμὼν δὲ εἷς, καὶ γεμίσας σπόγγον ὄξους, περιθείς τε καλάμῳ, ἐπότιζεν αὐτὸν λέγων· Ἄφετε· ἴδωμεν εἰ ἔρχεται ᾿Ηλίας καθελεῖν αὐτόν. Ὁ δὲ ᾿Ιησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσε. Καὶ τὸ καταπέτασμα τοῦ Ναοῦ ἐσχίσθη εἰς δύω, ἀπὸ ἄνωθεν ἕως κάτω. ᾿Ιδὼν δὲ ὁ Κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ, ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· Ἀληθῶς ὁ ἄνθρωπος οὗτος Υἱὸς ἦν Θεοῦ. ῏Ησαν δὲ καὶ Γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι· ἐν αἷς ἦν καὶ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ ᾿Ιακώβου τοῦ μικροῦ καὶ ᾿Ιωσῆ μήτηρ, καὶ Σαλώμη· αἳ καὶ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ, ἠκολούθουν αὐτῷ, καὶ διηκόνουν αὐτῷ· καὶ ἄλλαι πολλαὶ, αἱ συναναβᾶσαι αὐτῷ εἰς ῾Ιεροσόλυμα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου