Δευτέρα 21 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 9: 10-15

Τῷ καιρῷ ἐκείνῳ, ἐκράτησαν οἱ Μαθηταὶ τὸν λόγον τοῦ ᾿Ιησοῦς πρὸς ἑαυτοὺς, συζητοῦντες τί ἐστι τὸ ἐκ νεκρῶν ἀναστῆναι. Καὶ ἐπηρώτων αὐτὸν, λέγοντες, ὅτι λέγουσιν οἱ Γραμματεῖς, ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον. Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καί πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ; Ἀλλὰ λέγω ὑμῖν, ὅτι καὶ ᾿Ηλίας ἐλήλυθε, καὶ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν, καθὼς γέγραπται ἐπ᾿ αὐτόν. Καὶ ἐλθὼν πρὸς τοὺς Μαθητὰς, εἶδεν ὄχλον πολὺν περὶ αὐτούς, καὶ Γραμματεῖς, συζητοῦντας αὐτοῖς. Καὶ εὐθέως πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν, ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου