Δευτέρα 21 Δεκεμβρίου 2015

ΤΕΤΑΡΤΗ ΤΗΣ ΙΓ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 8: 30-34

Τῷ καιρῷ ἐκείνῳ,  ἐπετίμησεν ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ ὅτι αὐτός ἐστιν  ὁ Χριστός. Καὶ ἤρξατο διδάσκειν αὐτοὺς, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν Πρεσβυτέρων καὶ Ἀρχιερέων, καὶ Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. Καὶ παῤῥησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. Ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς Μαθητὰς αὐτοῦ, ἐπετίμησε τῷ Πέτρῳ, λέγων· Ὕπαγε ὀπίσω μου Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς Μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς· ὅς τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου