Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 10:46-52
Τῷ καιρῷ
ἐκείνῳ, ἐκπορευομένου τοῦ ᾿Ιησοῦ ἀπὸ ᾿Ιεριχὼ, καὶ τῶν Μαθητῶν αὐτοῦ, καὶ
ὄχλου ἱκανοῦ, υἱὸς Τιμαίου Βαρτιμαῖος ὁ τυφλὸς, ἐκάθητο παρὰ τὴν ὁδὸν
προσαιτῶν, καὶ ἀκούσας ὅτι ᾿Ιησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ
λέγειν· Ὁ Υἱὸς Δαυΐδ, ᾿Ιησοῦ, ἐλέησόν με. Καὶ ἐπετίμων αὐτῷ πολλοὶ, ἵνα
σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυΐδ, ἐλέησόν με. Καὶ στὰς ὁ ᾿Ιησοῦς,
εἶπε· αὐτόν φωνηθῆναι. Καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ἔγειραι·
φωνεῖ σε. Ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ, ἀναστὰς ἦλθε πρὸς τὸν ᾿Ιησοῦν. Καὶ
ἀποκριθεὶς, λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Τί σοι θέλεις ποιήσω; Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ·
Ῥαββουνί, ἵνα ἀναβλέψω. Ὁ δὲ ῎Ιησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου
σέσωκέ σε. Καὶ εὐθέως ἀνέβλεψε, καὶ ἠκολούθει τῷ ᾿Ιησοῦ ἐν τῇ ὁδῷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου