Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 11: 11-23
Τῷ καιρῷ ἐκείνῳ,
εἰσῆλθεν ὁ ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, καὶ εἰς τὸ Ἱερόν· καὶ περιβλεψάμενος πάντα,
ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. Καὶ τῇ ἐπαύριον
ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασε· Καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν, ἔχουσαν
φύλλα, ἦλθεν εἰ τι ἄρα εὑρήσει ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾿ αὐτὴν, οὐδὲν εὗρεν εἰ μὴ
φύλλα· ὁ γὰρ καιρὸς οὐ ἦν σύκων. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν
αὐτῇ· Μηκέτι ἐκ σοῦ εἰς τὸν αἰῶνα οὐδεὶς καρπὸν φάγοι. Καὶ ἤκουον οἱ Μαθηταὶ
αὐτοῦ. Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν ὁ ᾿Ιησοῦς εἰς τὸ Ἱερὸν,
ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ Ἱερῷ, καὶ τὰς
τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς
κατέστρεψε, καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ Ἱεροῦ, καὶ ἐδίδασκε
λέγων αὐτοῖς· Οὐ γέγραπται· ὅτι ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται πᾶσι
τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον ληστῶν. Καὶ ἤκουσαν οἱ
Γραμματεῖς καὶ οἱ Φαρισαῖοι καὶ οἱ Ἀρχιερεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν·
ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ ὅχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Καὶ ὅτε
ὀψὲ ἐγένετο, ἐξεπορεύετο ἔξω τῆς πόλεως. Καὶ πρωῒ παραπορευόμενοι, εἶδον τὴν συκῆν
ἐξηραμμένην ἐκ ῥιζῶν. Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν
κατηράσω ἐξήρανται. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, λέγει αὐτοῖς· Ἔχετε πίστιν Θεοῦ.
Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· ἄρθητι, καὶ βλήθητι εἰς τὴν
θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύσει ὅτι ἃ λέγει
γίνεται, ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου