Δευτέρα 14 Δεκεμβρίου 2015

ΤΕΤΑΡΤΗ ΤΗΣ ΙΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 7: 14-24

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς πάντα τὸν ὄχλον, ἔλεγεν αὐτοῖς· Ἀκούετέ μου πάντες, καὶ συνίετε. Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενά ἀπ' αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ περὶ τῆς παραβολῆς. Καὶ λέγει αὐτοῖς· Οὕτω καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε, ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, οὐ δύναται αὐτὸν κοινῶσαι; ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλ᾿ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται, καθαρίζον πάντα τὰ βρώματα. Ἔλεγε δὲ, ὅτι τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων, οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, μοιχεῖαι, πορνεῖαι, φόνοι, κλοπαί, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη. Πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται, καὶ κοινοῖ τὸν ἄνθρωπον. Καὶ ἐκεῖθεν ἀναστὰς, ἀπῆλθεν εἰς τὰ μεθόρια Τύρου καὶ Σιδῶνος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου