Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 7: 5-16
Τῷ καιρῷ
ἐκείνῳ, ἐπερωτῶσιν οἱ Γραμματεῖς καὶ οἱ Φαρισαῖοι τὸν ᾿Ιησοῦ· Διὰ τί οἱ Μαθηταί
σου οὐ περιπατοῦσι κατὰ τὴν παράδοσιν τῶν Πρεσβυτέρων, ἀλλ᾿ ἀνίπτοις χερσὶν
ἐσθίουσι τὸν ἄρτον; Ὁ δὲ ἀποκριθεὶς, εἶπεν αὐτοῖς· Ὅτι καλῶς προεφήτευσεν
῾Ησαΐας περί ὑμῶν τῶν ὑποκριτῶν· ὡς γέγραπται· Οὗτος ὁ λαὸς τοῖς χείλεσί με
τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾿ ἐμοῦ· Μάτην δὲ σέβονταί με,
διδάσκοντες διδασκαλίας, ἐντάλματα ἀνθρώπων. Ἀφέντες γὰρ τὴν ἐντολὴν τοῦ Θεοῦ,
κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων, βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων· καὶ ἄλλα
παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν
τοῦ Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. Μωσῆς γὰρ εἶπε· Τίμα τὸν πατέρα σου,
καὶ τὴν μητέρα σου καί· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. Ὑμεῖς δὲ
λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν (ὅ ἐστι δῶρον), ὃ ἐὰν ἐξ
ἐμοῦ ὠφεληθῇς· καὶ οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ αὐτοῦ, ἢ τῇ μητρὶ
αὐτοῦ, ἀκυροῦντες τὸν λόγον τοῦ Θεοῦ τῇ παραδόσει ὑμῶν, ᾗ παρεδώκατε· καὶ
παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε. Καὶ προσκαλεσάμενος πάντα τὸν ὄχλον, ἔλεγεν
αὐτοῖς· Ἀκούετέ μου πάντες, καὶ συνίετε. Οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου
εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι· ἀλλὰ τὰ ἐκπορευόμενά ἀπ'
αὐτοῦ, ἐκεῖνά ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον. Εἴ τις ἔχει ὧτα ἀκούειν, ἀκουέτω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου