Τρίτη 22 Δεκεμβρίου 2015

ΠΕΜΠΤΗ ΤΗΣ ΙΣΤ΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 12:38-44

Εἶπεν ὁ Κύριος· Βλέπετε ἀπὸ τῶν Γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις. Οἱ κατεσθίοντες τὰς οἱκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρῖμα. Καὶ καθίσας ὁ ᾿Ιησοῦς κατέναντι τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον. καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ, ἔβαλε λεπτὰ δύο, ὅ ἐστι κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς Μαθητὰς αὐτοῦ λέγει αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ, πλεῖον πάντων βέβληκε τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον. Πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου