Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 13:1-8
Τῷ καιρῷ
ἐκείνῳ, ἐκπορευομένου τοῦ ᾿Ιησοῦ ἐκ τοῦ Ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν Μαθητῶν
αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Καὶ ἀποκριθεὶς ὁ
᾿Ιησοῦς εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ λίθος ἐπὶ
λίθῳ ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν Ἐλαιῶν κατέναντι
τοῦ Ἱεροῦ, ἐπηρώτων αὐτὸν κατ᾿ ἰδίαν Πέτρος καὶ ᾿Ιάκωβος καὶ ᾿Ιωάννης καὶ
᾿Ανδρέας· Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον, ὅταν μέλλῃ πάντα ταῦτα
συντελεῖσθαι; Ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν· Βλέπετε μή τις ὑμᾶς
πλανήσῃ· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες· Ὅτι ἐγώ εἰμι· καὶ
πολλοὺς πλανήσουσιν. Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε·
δεῖ γὰρ ταῦτα γενέσθαι, ἀλλ᾿ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ
βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται λιμοὶ καὶ
ταραχαί· ἀρχαὶ ὠδίνων ταῦτα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου