Σάββατο 26 Δεκεμβρίου 2015

ΑΓ. ΝΗΠΙΩΝ ΑΝΑΙΡΕΘΕΝΤΩΝ ΥΠΟ ΗΡΩΔΟΥ/ ΣΑΒΒΑΤΩ ΜΕΤΑ ΤΗΝ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ /ΚΥΡΙΑΚΗ ΜΕΤΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΓΕΝΝΗΣΙΝ/ ΣΑΒΒΑΤΩ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ /ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ



Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 2: 13-23

ναχωρησάντων τῶν Μάγων, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον· καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ Παιδίον τοῦ ἀπολέσαι αὐτό. ῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ νυκτὸς, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον· καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου. Τότε ῾Ηρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου, λέγοντος· Φωνὴ ἐν ῾Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, ῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου, ἰδοὺ, Ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ, ἐν Αἰγύπτῳ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ Παιδίον, καὶ τὴν Μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ Παιδίου. Ὁ δὲ ἐγερθεὶς, παρέλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ. Ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας, ἀντί ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.

 Τῷ Σαββάτῳ μετά τήν Χριστοῦ Γέννησιν.
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 12: 15-21
Τῷ καιρῷ ἐκείνῳ, ἠκολούθησαν τῷ᾿Ιησοῦ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας· καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτόν ποιήσωσιν· ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου, λέγοντος· Ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ᾿ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει οὐδὲ κραυγάσει· οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν. Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.

Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 2: 13-23
ναχωρησάντων τῶν Μάγων, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον· καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ Παιδίον τοῦ ἀπολέσαι αὐτό. ῾Ο δὲ ἐγερθεὶς παρέλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ νυκτὸς, καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον· καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου· ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Προφήτου λέγοντος· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου. Τότε ῾Ηρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν Μάγων, ἐθυμώθη λίαν· καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Τότε ἐπληρώθη τὸ ῥηθὲν ὑπὸ ῾Ιερεμίου τοῦ προφήτου, λέγοντος· Φωνὴ ἐν ῾Ραμᾷ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, ῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς· καὶ οὐκ ἤθελε παρακληθῆναι, ὅτι οὐκ εἰσίν. Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου, ἰδοὺ, Ἄγγελος Κυρίου κατ᾿ ὄναρ φαίνεται τῷ ᾿Ιωσὴφ, ἐν Αἰγύπτῳ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ Παιδίον, καὶ τὴν Μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν ᾿Ισραήλ· τεθνήκασι γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ Παιδίου. Ὁ δὲ ἐγερθεὶς, παρέλαβε τὸ Παιδίον καὶ τὴν Μητέρα αὐτοῦ, καὶ ἦλθεν εἰς γῆν ᾿Ισραήλ. Ἀκούσας δὲ ὅτι ᾿Αρχέλαος βασιλεύει ἐπὶ τῆς ᾿Ιουδαίας, ἀντί ῾Ηρῴδου τοῦ πατρὸς αὐτοῦ, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατ᾿ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν Προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.

Τῷ Σαββάτῳ πρό τῶν Φώτων.
Ἐκ τοῦ κατά Ματθαῖον.
Κεφ. 3: 1-6
Τῷ καιρῷ ἐκείνῳ, παραγίνεται ᾿Ιωάννης ὁ Βαπτιστὴς, κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς ᾿Ιουδαίας,  καὶ λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Οὗτος γάρ ἐστιν ὁ ρηθεὶς ὑπὸ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Αὐτὸς δὲ ὁ ᾿Ιωάννης εἶχε τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ αὐτοῦ ἦν ἀκρίδες καὶ μέλι ἄγριον. Τότε ἐξεπορεύετο πρὸς αὐτὸν ῾Ιεροσόλυμα, καὶ πᾶσα ἡ ᾿Ιουδαία, καὶ πᾶσα ἡ περίχωρος τοῦ ᾿Ιορδάνου· καὶ ἐβαπτίζοντο ἐν τῷ ᾿Ιορδάνῃ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.                 

ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ
Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 1: 1-8
ρχὴ τοῦ Εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· ὡς γέγραπται ἐν τοῖς Προφήταις· ᾿Ιδοὺ ἐγὼ ἀποστέλλω τὸν Ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ἐγένετο ᾿Ιωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ᾿Ιουδαία χώρα καὶ οἱ ῾Ιεροσολυμῖται· καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ ᾿Ιορδάνῃ ποταμῷ ὑπ᾿ αὐτοῦ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. Ἦν δὲ ᾿Ιωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας καὶ μέλι ἄγριον. Καὶ ἐκήρυσσε λέγων· ἔρχεται ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. Ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι· αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι ῾Αγίῳ


ΣΗΜΕΙΩΣΙΣ.
Εἰ μέν τύχωσι δύο Κυριακαί μεταξύ τῶν Χριστουγέννων καί τῶν Φώτων, ἀναγινώσκεται τῇ μέν πρώτη Κυριακῇ:
Εὐαγγέλιον  κατὰ Ματθαῖον.
ναχωρησάντων τῶν Μάγων, ἰδοὺ Ἄγγελος Κυρίου φαίνεται κατ᾿ ὄναρ τῷ ᾿Ιωσὴφ, λέγων...

Τῇ δέ ἑτέρᾳ Κυριακῇ.
Εὐαγγέλιον  κατὰ Μάρκον
ρχὴ τοῦ Εὐαγγελίου ᾿Ιησοῦ Χριστοῦ, Υἱοῦ τοῦ Θεοῦ· ὡς γέγραπται ἐν τοῖς Προφήταις...

 Ἐάν δέ τύχη ἕν μόνον Σάββατον, καί μία Κυριακή, εἰς μέν τό Σάββατον ἀναγινώσκετα:
 Τῷ Σαββάτῳ μετά τήν Χριστοῦ Γέννησιν.
εἰς δέ τήν Κυριακή:
ΤΗ ΚΥΡΙΑΚΗ ΠΡΟ ΤΩΝ ΦΩΤΩΝ


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου