Σάββατο 26 Δεκεμβρίου 2015

ΑΓ. ΔΙΣΜΥΡΙΩΝ ΜΑΡ. ΕΝ ΝΙΚΟΜΗΔΕΙΑ



Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 14: 25-35

Τῷ καιρῷ ἐκείνῳ,   συνεπορεύοντο τῷ ᾿Ιησοῦ ὄχλοι πολλοί· καὶ στραφεὶς, εἶπε πρὸς αὐτούς· Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, καὶ τὰς ἀδελφάς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχήν, οὐ δύναταί μου εἶναι μαθητὴς. Καὶ ὅς τις οὐ βαστάζει τὸν σταυρὸν αὑτοῦ, καὶ ἔρχεται ὀπίσω μου, οὐ δύναται μου εἶναί μαθητής. Τίς γὰρ ἐξ ὑμῶν, θέλων πύργον οἰκοδομῆσαι, οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; ἵνα μή ποτε, θέντος αὐτοῦ θεμέλιον, καὶ μὴ ἰσχύσαντος ἐκτελέσαι, πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν, λέγοντες, ὅτι οὗτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι; Ἢ τίς βασιλεύς, πορευόμενος συμβαλεῖν ἑτέρῳ βασιλεῖ εἰς πόλεμον, οὐχὶ πρῶτον καθίσας βουλεύεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν, ἀπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾿ αὐτόν; εἰ δὲ μή γε, ἔτι πόρρω αὐτοῦ ὄντος πρεσβείαν ἀποστείλας, ἐρωτᾷ τὰ πρὸς εἰρήνην. Οὕτως οὖν, πᾶς ἐξ ὑμῶν, ὃς οὐκ ἀποτάσσεται πᾶσι τοῖς ἑαυτοῦ ὑπάρχουσιν, οὐ δύναται εἶναί μου μαθητής. Καλὸν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; οὔτε εἰς γῆν, οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου