Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ. 12:
38-45
Τῷ καιρῷ ἐκείνῳ,
προσῆλθον τῷ Ἰησοῦ Γραμματεῖς καὶ Φαρισαῖοι, λέγοντες· Διδάσκαλε,θέλομεν ἀπὸ
σοῦ σημεῖον ἰδεῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς
σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ᾿Ιωνᾶ τοῦ
Προφήτου· ὥσ περ γὰρ ἦν ᾿Ιωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς
νύκτας, οὕτως ἔσται καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς, τρεῖς ἡμέρας
καὶ τρεῖς νύκτας. Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς
ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα ᾿Ιωνᾶ· καὶ ἰδοὺ,
πλεῖον Ιωνᾶ ὧδε. Βασίλισσα Νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς
ταύτης, καὶ κατακρινεῖ αὐτήν, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν
σοφίαν Σολομῶνος· καὶ ἰδοὺ, πλεῖον Σολομῶνος ὧδε. ῞Οταν δὲ τὸ ἀκάθαρτον πνεῦμα
ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι᾿ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ
εὑρίσκει. Τότε λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου ὄθεν ἐξῆλθον. Καὶ ἐλθὸν,
εὑρίσκει σχολάζοντα, καὶ σεσαρωμένον καὶ κεκοσμημένον. Τότε πορεύεται, καὶ
παραλαμβάνει μεθ᾿ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα
κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων.
Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου