Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
6: 27-33
Εἶπεν ὁ Κύριος
πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν
ἀπολλυμένην, ἀλλὰ τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον, ἣν ὁ Υἱὸς τοῦ
ἀνθρώπου ὑμῖν δώσει· τοῦτον γὰρ ὁ Πατὴρ ἐσφράγισεν, ὁ Θεός. Εἶπον οὖν πρὸς
αὐτόν· Τί ποιῶμεν ἵνα ἐργαζώμεθα τὰ ἔργα τοῦ Θεοῦ; Ἀπεκρίθη ὁ ᾿Ιησοῦς καὶ εἶπεν
αὐτοῖς· Τοῦτό ἐστι τὸ ἔργον τοῦ Θεοῦ, ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.
Εἶπον οὖν αὐτῶ· Τί οὖν ποιεῖς σὺ σημεῖον ἵνα ἴδωμεν καὶ πιστεύσωμέν σοι; τί ἐργάζῃ;
Οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον. <Ἄρτον
ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν.> Εἶπεν οὖν αὐτοῖς ὁ ᾿Ιησοῦς· Ἀμὴν ἀμὴν
λέγω ὑμῖν· Οὐ Μωῡσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὁ Πατήρ μου
δίδωσιν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ
ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου