Ἐκ
τοῦ κατὰ Ἰωάννην.
Κεφ.
4:46-54
Τῷ καιρῷ ἐκείνῳ,
ἦν τις Βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ. Οὗτος ἀκούσας ὅτι ᾿Ιησοῦς
ἤκει ἐκ τῆς ᾿Ιουδαίας εἰς τὴν Γαλιλαίαν, ἀπῆλθε πρὸς αὐτὸν καὶ ἠρώτα αὐτὸν ἵνα
καταβῇ καὶ ἰάσηται αὐτοῦ τὸν υἱόν· ἤμελλε γὰρ ἀποθνήσκειν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς
πρὸς αὐτόν· ἐὰν μὴ σημεῖα καὶ τέρατα δῆτε, οὐ μὴ πιστεύσητε. Λέγει πρὸς αὐτὸν ὁ
Βασιλικός· Κύριε, κατάβηθι πρὶν ἀποθανεῖν τὸ παιδίον μου. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς·
Πορεύου· ὁ υἱός σου ζῇ. Καὶ ἐπίστευσεν ὁ ἄνθρωπος τῷ λόγῳ, ᾧ εἶπεν αὐτῷ ὁ
᾿Ιησοῦς, καὶ ἐπορεύετο. Ἤδη δὲ αὐτοῦ καταβαίνοντος, οἱ δοῦλοι αὐτοῦ ἀπήντησαν
αὐτῷ καὶ ἀπήγγειλαν, λέγοντες· Ὅτι ὁ παῖς σου ζῇ. Ἐπύθετο οὖν παρ᾿ αὐτῶν τὴν
ὥραν ἐν ᾗ κομψότερον ἔσχε· καὶ εἶπον αὐτῷ ὅτι χθὲς ὥραν ἑβδόμην ἀφῆκεν αὐτὸν ὁ
πυρετός. Ἔγνω οὖν ὁ πατὴρ, ὅτι ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐν ᾗ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς· Ὅτι
ὁ υἱός σου ζῇ· καὶ ἐπίστευσεν αὐτὸς καὶ ἡ οἱκία αὐτοῦ ὅλη. Τοῦτο πάλιν δεύτερον
σημεῖον ἐποίησεν ὁ ᾿Ιησοῦς , ἐλθὼν ἐκ τῆς ᾿Ιουδαίας εἰς τὴν Γαλιλαίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου