Εἰς
τὸν Ὄρθρον
Το Α΄
Ἑωθινον Εὐαγγέλιον
Ἐκ
τοῦ κατά Ματθαῖον.
Κεφ.
28΄: 16-20
Τῷ καιρῷ ἐκείνῳ,
οἱ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς
ὁ ᾿Ιησοῦς. Καὶ
ἰδόντες αὐτὸν προσεκύνησαν αὐτῷ, οἱ δὲ ἐδίστασαν. Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς
ἐλάλησεν αὐτοῖς λέγων· Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς. Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες
αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ῾Αγίου Πνεύματος,
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ᾿ ὑμῶν
εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου