Σάββατο 12 Δεκεμβρίου 2015

ΣΑΒΒΑΤΩ ΤΗΣ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ



Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 3: 22-33

Τῷ καιρῷ ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ Μαθηταὶ αὐτοῦ εἰς τὴν ᾿Ιουδαίαν γῆν· καὶ ἐκεῖ διέτριβε μετ᾿ αὐτῶν καὶ ἐβάπτιζεν. Ἦν δὲ καὶ ᾿Ιωάννης βαπτίζων ἐν Αἰνὼν, ἐγγὺς τοῦ Σαλείμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ· καὶ παρεγίνοντο καί ἐβαπτίζοντο· οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ ᾿Ιωάννης. Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν ᾿Ιωάννου μετὰ ᾿Ιουδαίου περὶ καθαρισμοῦ. Καὶ ἦλθον πρὸς τὸν ᾿Ιωάννην καὶ εἶπον αὐτῷ· Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ ᾿Ιορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν. Ἀπεκρίθη ᾿Ιωάννης καὶ εἶπεν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδέν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον· Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός, ἀλλ᾿ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται. Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι. Ὁ ἄνωθεν ἐρχόμενος, ἐπάνω πάντων ἐστίν· ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστι καὶ ἐκ τῆς γῆς λαλεῖ. Ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος, ἐπάνω πάντων ἐστί. Καὶ ὃ ἑώρακε καί ἤκουσε, τοῦτο μαρτυρεῖ, καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει. Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθής ἐστιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου