Ἐκ
τοῦ κατὰ Ματθαῖον.
Κεφ. 13:
3-9
Εἶπεν ὁ Κύριος
τὴν παραβολὴν ταύτην· Ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν. Καὶ ἐν τῷ σπείρειν
αὐτὸν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ, καὶ κατέφαγεν
αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν· καὶ εὐθέως
ἐξανέτειλε διὰ τὸ μὴ ἔχειν βάθος γῆς. Ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη· καὶ
διὰ τὸ μὴ ἔχειν ρίζαν ἐξηράνθη· Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ
ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά. Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν· καὶ ἐδίδου
καρπὸν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα. Ὁ ἔχων ὦτα ἀκούειν,
ἀκουέτω.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου