Σάββατο 26 Δεκεμβρίου 2015

ΘΕΙΑ ΜΕΤΑΜΟΡΦΩΣΙΣ -Ορθρος- Λειτουργία



Εἰς τὸν Ὄρθρον
 Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 9:28-36

Τῷ καιρῷ ἐκείνῳ, παραλαβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ ᾿Ιωάννην καὶ ᾿Ιάκωβον καί ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. Καὶ ἰδοὺ, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵ τινες ἦσαν Μωῡσῆς καὶ ᾿Ηλίας· οἱ ὀφθέντες ἐν δόξῃ, ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν ῾Ιερουσαλήμ. Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾿ αὐτοῦ, εἶπεν ὸ Πέτρος πρὸς τὸν ᾿Ιησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ, καὶ μίαν Μωῡσεῖ καὶ μίαν ᾿Ηλίᾳ· μὴ εἰδὼς ὃ λέγει. Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη, καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην· Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ὁ ᾿Ιησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν,ὧν ἑωράκασιν.  


Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 17: 1-9
Τῷ καιρῷ ἐκείνῳ, παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον, καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ· καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὕψηλὸν κατ᾿ ἰδίαν. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ ᾿Ηλίας, μετ᾿ αὐτοῦ συλλαλοῦντες. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ ᾿Ιησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἶ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν ᾿Ηλίᾳ.τι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδοὺ, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. Καὶ ἀκούσαντες οἱ μαθηταὶ, ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς, ἥψατο αὐτῶν καὶ εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν ᾿Ιησοῦν μόνον. Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου