Δευτέρα 14 Δεκεμβρίου 2015

ΤΕΤΑΡΤΗ ΤΗΣ Η΄ ΕΒΔΟΜΑΔΟΣ



Ἐκ τοῦ κατὰ Ματθαῖον.
Κεφ. 16: 20-24

Τῷ καιρῷ ἐκείνῳ, διεστείλατο ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ᾿Ιησοῦς ὁ Χριστός. ᾿Απὸ τότε ἤρξατο ὁ ᾿Ιησοῦς δεικνύειν τοῖς Μαθηταῖς αὐτοῦ, ὅτι δεῖ αὐτὸν ἀπελθεῖν εἰς ῾Ιεροσόλυμα, καὶ πολλὰ παθεῖν ἀπὸ τῶν Πρεσβυτέρων καὶ Ἀρχιερέων καὶ Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. Καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος, ἤρξατο ἐπιτιμᾶν αὐτῷ, λέγων· Ἵλεώς σοι, Κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. Ὁ δὲ στραφεὶς, εἶπε τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τότε ὁ ᾿Ιησοῦς εἶπε τοῖς Μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου