Προκείμενον.
Ἦχος γ' [Ψαλμός 46]
Στίχ.
Ψάλατε τῷ Θεῷ
ἡμῶν, ψάλατε.
Στίχ.
Πάντα ἔθνη
κροτήσατε χεῖρας.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα.
Κεφ.
2:38-43
Ἐν
ἐν ταῖς ἡμέραις ἐκείναις, ἔφη ὁ Πέτρος πρὸς τὸν λαόν· Μετανοήσατε, καὶ
βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι ᾿Ιησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ
λήψεσθε τὴν δωρεὰν τοῦ ῾Αγίου Πνεύματος. Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία καὶ τοῖς
τέκνοις ὑμῶν καὶ πᾶσι τοῖς εἰς μακράν, ὅσους ἂν προσκαλέσηται Κύριος ὁ Θεὸς
ἡμῶν. Ἑτέροις τε λόγοις πλείοσι διεμαρτύρετο καὶ παρεκάλει λέγων· Σώθητε ἀπὸ
τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης. Οἱ μὲν οὖν ἀσμένως ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ
ἐβαπτίσθησαν, καὶ προσετέθησαν τῇ ἡμέρᾳ ἐκείνη ψυχαὶ ὡσεὶ τρισχίλιαι. Ἦσαν δὲ
προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων καὶ τῇ κοινωνίᾳ καὶ τῇ κλάσει τοῦ
ἄρτου καὶ ταῖς προσευχαῖς. ᾿Εγένετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά τε τέρατα καὶ
σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
Ἀλληλούϊα [γ΄]. Ἦχος δ΄
[Ψαλμός 44].
Στίχ.
Ἔντεινε καὶ
κατευοδοῦ καὶ βασίλευε ἕνεκεν
ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης.
Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν.
Στίχ. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου