Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 11: 27-33
Τῷ καιρῷ
ἐκείνῳ, ἦλθεν ὁ ᾿Ιησοῦς πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ Ἱερῷ
περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς καὶ οἱ
Πρεσβύτεροι, καὶ λέγουσιν αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι τὴν
ἐξουσίαν ταύτην ἔδωκεν, ἵνα ταῦτα ποιῇς; Ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς, εἶπεν αὐτοῖς·
Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ
ταῦτα ποιῶ. Τὸ βάπτισμα ᾿Ιωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι.
Καὶ ἐλογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὖν
οὐκ ἐπιστεύσατε αὐτῷ; Ἀλλ᾿ ἐὰν εἴπωμεν· Ἐξ ἀνθρώπων; ἐφοβοῦντο τὸν λαόν·
ἅπαντες γὰρ εἶχον τὸν ᾿Ιωάννην ὅτι ὄντως προφήτης ἦν. Καὶ ἀποκριθέντες, λέγουσι
τῷ ᾿Ιησοῦ· Οὐκ οἴδαμεν. Καὶ ὁ ᾿Ιησοῦς ἀποκριθεὶς, λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω
ὑμῖν, ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου