Ἐκ τοῦ κατὰ Μάρκον
Κεφ. 13:31-14:2
Εἶπεν ὁ
Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ ἐμοὶ λόγοι
οὐ μὴ παρέλθωσι. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ
Ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. Βλέπετε, ἀγρυπνεῖτε, καὶ
προσεύχεσθε· οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς
τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, καὶ ἑκάστῳ τὸ ἔργον
αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. Γρηγορεῖτε οὖν, (οὐκ οἴδατε γὰρ
πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ὀψὲ, ἢ μεσονυκτίου, ἢ ἀλεκοτροφωνίας, ἢ
πρωΐ·) μὴ ἐλθὼν ἐξαίφνης, εὕρῃ ὑμᾶς καθεύδοντας. Ἅ δὲ ὑμῖν λέγω, πᾶσι λέγω·
Γρηγορεῖτε. ῏Ην δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ
Ἀρχιερεῖς καὶ οἱ Γραμματεῖς, πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες, ἀποκτείνωσιν.
Ἔλεγον δὲ· Μὴ ἐν τῇ ἑορτῇ, μήποτε θόρυβος ἔσται τοῦ λαοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου