Ἐκ τοῦ κατὰ Ἰωάννην.
Κεφ. 2: 1-11
Τῷ καιρῷ
ἐκείνῳ, γάμος ἐγένετο ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἦν ἡ Μήτηρ τοῦ ᾿Ιησοῦ ἐκεῖ·
ἐκλήθη δὲ καὶ ὁ ᾿Ιησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὸν γάμον. Καὶ ὑστερήσαντος
οἴνου, λέγει ἡ μήτηρ τοῦ ᾿Ιησοῦ πρὸς αὐτόν· οἶνον οὐκ ἔχουσι. Λέγει αὐτῇ ὁ
᾿Ιησοῦς· Τί ἐμοὶ καὶ σοί, Γύναι; οὔπω ἥκει ἡ ὥρα μου. Λέγει ἡ Μήτηρ αὐτοῦ τοῖς
διακόνοις· Ὅ,τι ἂν λέγῃ ὑμῖν, ποιήσατε. Ἦσαν δὲ ἐκεῖ ὑδρίαι λίθιναι ἓξ,
κείμεναι κατὰ τὸν καθαρισμὸν τῶν ᾿Ιουδαίων, χωροῦσαι ἀνὰ μετρητὰς δύο ἢ τρεῖς.
Λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν αὐτὰς ἕως ἄνω.
Καὶ λέγει αὐτοῖς· Ἀνλήσατε νῦν καὶ φέρετε τῷ Ἀρχιτρικλίνῳ. καὶ ἤνεγκαν. Ὡς δὲ
ἐγεύσατο ὁ Ἀρχιτρίκλινος τὸ ὕδωρ οἶνον γεγενημένον, καὶ οὐκ ᾔδει πόθεν ἐστίν·
οἱ δὲ διάκονοι ᾔδεισαν, οἱ ἀντλικότες τὸ ὕδωρ, φωνεῖ τὸν νυμφίον ὁ
Ἀρχιτρίκλινος, καὶ λέγει αὐτῷ· Πᾶς ἄνθρωπος πρῶτον τὸν καλὸν οἶνον τίθησι, καὶ
ὅταν μεθυσθῶσι, τότε τὸν ἐλάσσω· σὺ τετήρηκας τὸν καλὸν οἶνον ἕως ἄρτι. Ταύτην
ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ ᾿Ιησοῦς ἐν Κανᾶ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε
τὴν δόξαν αὐτοῦ· καὶ ἐπίστευσαν εἰς αὐτὸν οἱ Μαθηταὶ αὐτοῦ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου