Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 2: 42-52
Τῷ καιρῷ
ἐκείνῳ, ἐπορεύοντο οἱ γονεῖς τοῦ ᾿Ιησοῦ κατ᾿ ἔτος εἰς ῾Ιερουσαλὴμ τῇ ἑορτῇ τοῦ
Πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς ῾Ιεροσόλυμα κατὰ τὸ
ἔθος τῆς ἑορτῆς, καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς,
ὑπέμεινεν ᾿Ιησοῦς ὁ παῖς ἐν ῾Ιερουσαλήμ, καὶ οὐκ ἔγνω ᾿Ιωσὴφ καὶ ἡ Μήτηρ αὐτοῦ.
Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι, ἦλθον ἡμέρας ὁδὸν, καὶ ἀνεζήτουν αὐτὸν
ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν, ὑπέστρεψαν εἰς
῾Ιερουσαλὴμ, ζητοῦντες αὐτόν. Καὶ ἐγένετο, μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ
Ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν, καὶ ἐπερωτῶντα
αὐτούς Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ, ἐπὶ τῇ συνέσει καὶ ταῖς
ἀποκρίσεσιν αὐτοῦ. Καὶ ἰδόντες αὐτὸν, ἐξεπλάγησαν· καὶ πρὸς αὐτὸν ἡ Μήτηρ αὐτοῦ
εἶπε· Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ Πατήρ σου κᾀγὼ ὀδυνώμενοι
ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτοὺς· Τί ὅτι ἐζητεῖτέ με; οὐκ ᾔδειτε ὅτι ἐν τοῖς
τοῦ Πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα, ὃ ἐλάλησεν αὐτοῖς.
Καὶ κατέβη μετ᾿ αὐτῶν, καὶ ἦλθεν εἰς Ναζαρέτ· καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Ἡ δὲ
Μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ᾿Ιησοῦς
προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου